[ ] Phokis — Delphi — 176 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Εὐπολέμου τὸ δεύτερον μηνὸς Προκυκλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ξενοχάρεος
μηνὸς Βο{ι}αθοίου {²⁶Βοαθοίου}²⁶, ἀπέδοτο Δωρόθεος Λύκου Δρυοπαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλιστράτα, τι-
μᾶς ἀργυρίου μνᾶν ὀκτώ, ἃν αὐτὸς ἐπρίατο παρὰ Φειδίου Δελφίδος, ὥστε εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον ἀπὸ πάντων,
καθὼς ἐπίστευσε τῶι θεῶι Καλλιστράτα τὰν ὠνάν. βεβαιωτὴρ κ(α)τὰ τὸν νόμον τᾶς πόλιος τῶν Δελφῶν· Σωτύλος Σωστράτου
5 Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ἄθαμβος καὶ οἱ ἄρχοντες τῶν Δελφῶν Δρομοκλείδας, Ἀνδρόνικος, Ἀλκῖνος, ἰδιῶται Σιμάδας,
Νικόλαος Ἡρακλειῶται, Ἀντίφιλος, Καλλίερος Δελφοί. ἁ ὠνὰ παρὰ τοὺς ἄρχοντας καὶ παρὰ Ἀνδρόνικον Ἡρακλεώταν.
Search Help
Contact Us