[ ]
Phokis — Delphi — 176 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Εὐπολέμου τὸ δεύτερον μηνὸς Προκυκλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ξενοχάρεος |
| μηνὸς Βο{ι}αθοίου {²⁶Βοαθοίου}²⁶, ἀπέδοτο Δωρόθεος Λύκου Δρυοπαῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Καλλιστράτα, τι- | |
| μᾶς ἀργυρίου μνᾶν ὀκτώ, ἃν αὐτὸς ἐπρίατο παρὰ Φειδίου Δελφίδος, ὥστε εἶμεν ἐλευθέραν καὶ ἀνέφαπτον ἀπὸ πάντων, | |
| καθὼς ἐπίστευσε τῶι θεῶι Καλλιστράτα τὰν ὠνάν. βεβαιωτὴρ κ(α)τὰ τὸν νόμον τᾶς πόλιος τῶν Δελφῶν· Σωτύλος Σωστράτου | |
| 5 | Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ἄθαμβος καὶ οἱ ἄρχοντες τῶν Δελφῶν Δρομοκλείδας, Ἀνδρόνικος, Ἀλκῖνος, ἰδιῶται Σιμάδας, |
| Νικόλαος Ἡρακλειῶται, Ἀντίφιλος, Καλλίερος Δελφοί. ἁ ὠνὰ παρὰ τοὺς ἄρχοντας καὶ παρὰ Ἀνδρόνικον Ἡρακλεώταν. |