[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Βυσίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἐχέμηλος Ἀριστοτέλεος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀφροδι-
σία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Εὐκράτης Ἐπικράτεος, Κλέων Δίωνος, Ἀριστοτέλης
5 Ἐχεμήλου Δελφοί. παραμεινάτω δὲ Ἀφροδισία παρὰ Ἐχέμηλον ἄχρι κα ζώη Ἐχέμηλος ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν·
εἰ δέ τί κα μὴ ποιῆ Ἀφροδισία τῶν ποτιτασσομένων ὑπ’ Ἐχεμήλου καθὼς γέγραπται δυνατὰ ἐοῦσα, κριθέντων ἐν ἄνδροις τρίοις
οὕς κα συνέλωνται· ὅ τι δέ κα οὗτοι κρίνωντι ὀμόσαντες, κύριον ἔστω. εἰ δέ τί κα πάθη Ἐχέμηλος, ἐλευθέρα ἔστω Ἀφροδισία
κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅ-
πτηται ἐπὶ καταδουλισμῶι Ἀφροδισίας τελευτάσαντος Ἐχεμήλου, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κα-
10 τὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀλκῖνος, Ἄθαμβος Ἀθανίωνος,
Καλλείδας Εὐκλείδα, Ξένων Πειθαγόρα, Εὐκλείδας καὶ τῶν ἀρχόντων Ἀνδρόνικος.
Search Help