[ ]
Phokis — Delphi — 169-168 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων |
| Σωπάτρου Δελφὸς σῶμα ἀνδρεῖον ὧι ὄνομα Δημήτριος τὸ γένος Σύρον τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε Δημήτριος τῶι θε- | |
| ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων, ποιοῦντα ὅ κα | |
| 5 | θέληι καὶ ἀποτρέχοντα ἇ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος. |
| Σωτύλος Σωστράτου Δελφός. βέβαιον δὲ παρεχέτω ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιω- | |
| τὴρ τῶι Ἀπόλλωνι τῶι Πυθίωι κατὰ τοὺς νόμους τᾶς πόλιος. κύριος δὲ ἔστω Δημήτριος αὐτοσαυτὸν συλέων | |
| καὶ ὁ παρατυχὼν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
| 10 | οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τῶν ἀρχόντων Διόδωρος |
| Μνασιθέου, ἰδιῶται Ἐκέφυλος, Καλλίας, Πολύων, Ἵππων, Κλέανδρος, Δίων Ἐπισθένεος. |