[ ]
Phokis — Delphi — 168 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Βυσίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἐχέμηλος Ἀριστοτέλεος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀφροδι- | |
σία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Εὐκράτης Ἐπικράτεος, Κλέων Δίωνος, Ἀριστοτέλης | |
5 | Ἐχεμήλου Δελφοί. παραμεινάτω δὲ Ἀφροδισία παρὰ Ἐχέμηλον ἄχρι κα ζώη Ἐχέμηλος ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· |
εἰ δέ τί κα μὴ ποιῆ Ἀφροδισία τῶν ποτιτασσομένων ὑπ’ Ἐχεμήλου καθὼς γέγραπται δυνατὰ ἐοῦσα, κριθέντων ἐν ἄνδροις τρίοις | |
οὕς κα συνέλωνται· ὅ τι δέ κα οὗτοι κρίνωντι ὀμόσαντες, κύριον ἔστω. εἰ δέ τί κα πάθη Ἐχέμηλος, ἐλευθέρα ἔστω Ἀφροδισία | |
κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅ- | |
πτηται ἐπὶ καταδουλισμῶι Ἀφροδισίας τελευτάσαντος Ἐχεμήλου, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κα- | |
10 | τὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι |
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Ἀλκῖνος, Ἄθαμβος Ἀθανίωνος, | |
Καλλείδας Εὐκλείδα, Ξένων Πειθαγόρα, Εὐκλείδας καὶ τῶν ἀρχόντων Ἀνδρόνικος. |