[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξένου μηνὸς Δαιδαφορίου, ἀπέδοτο Κλέων Κλευξένου, Φαινέ-
[ας] Κλέωνος, συνευδοκεόντων τῶν ὑῶν Κλευξένου καὶ Νικοδάμου,
σῶμα γυναικεῖον ἇι ὄνομα Σωσὼ τὸ γένος Φρᾶισσαν τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιω-
5 τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἄθαμβος Ἀθανίωνος. καθὼς ἐπίστευ-
σε Σωσὼ τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέλη. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λ]-
λωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μελισσίων, Φίλαγρος, Φίλων Ἀριστέα,
Εὐφρόνιος, Ἀρτεμίδωρος, Παντάγαθος, Ἀρχέλαος Πυθαφάνεος καὶ
10 τῶν ἀρχόντων Ἰατάδας.
Search Help
Contact Us