[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Θευξένου μηνὸς Δαιδαφορίου, ἀπέδοτο Κλέων Κλευξένου, Φαινέ- |
[ας] Κλέωνος, συνευδοκεόντων τῶν ὑῶν Κλευξένου καὶ Νικοδάμου, | |
σῶμα γυναικεῖον ἇι ὄνομα Σωσὼ τὸ γένος Φρᾶισσαν τῶι Ἀπόλλωνι τῶι Πυ- | |
θίωι, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βεβαιω- | |
5 | τὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἄθαμβος Ἀθανίωνος. καθὼς ἐπίστευ- |
σε Σωσὼ τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὅτωι ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον | |
ἀπὸ πάντων τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέλη. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λ]- | |
λωνος Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Μελισσίων, Φίλαγρος, Φίλων Ἀριστέα, | |
Εὐφρόνιος, Ἀρτεμίδωρος, Παντάγαθος, Ἀρχέλαος Πυθαφάνεος καὶ | |
10 | τῶν ἀρχόντων Ἰατάδας. |