SGDI II 1845
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξέ[νου μηνὸς Ποιτροπ]ίου,ἀπέδοτο Σώστρατο[ς Σωτύλου Δελφὸς τῶι Ἀπό[λ]-
λω{ι}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμ[α ἀνδρεῖον ὧι ὄνομα Πυρρίας],
τιμᾶς ἀργυρίου μνᾶν τε[σσάρων, καὶ τὰν τιμὰ]ν [ἔχει].
βεβαιωτήρ· Δεξικράτης. κα[θὼς ἐπίστευσε] Πυρρ[ί]ας
5 τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε [ἐλεύθερος ε]ἶμ[εν κ]αὶ ἀ-
νέφαπτος ἀπὸ πάντων ἕως κα [ζῆ Πυρρία]ς. εἰ δέ τίς [κα] ἐφά-
πτηται Πυρρία ἐπὶ καταδουλισμῶι, [βέβαιον] παρεχόντ[ων τῶι]
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Σ[ώστρα]τος κ[α][ὁ βεβαιω]-
τὴρ Δεξικράτης· εἰ δέ κα μὴ παρέχωντι, πρ[ά]κτιμο[ι ἐόντων κα]-
10 τὰ τὸν νόμον τᾶς πόλιος. ὡσαύτως δὲ καὶ ὁ π[αρ]ατυχ[ὼν κύ]ριο[ς]
ἔστω συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος [ὢ]ν κ[αὶ ἀνυπό]δικ[ος]
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λλ]ω[ν]ος
Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Αἰακίδας, [Ξ][νων],
Ἰατάδας· Διόδωρος, Καλλίας, Πραξίας, Μένης, Ζώπυρος.
Search Help
Contact Us