[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Θευξέ[νου μηνὸς Ποιτροπ]ίου,ἀπέδοτο Σώστρατο[ς Σωτύλου Δελφὸς τῶι Ἀπό[λ]- |
| λω{ι}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι σῶμ[α ἀνδρεῖον ὧι ὄνομα Πυρρίας], | |
| τιμᾶς ἀργυρίου μνᾶν τε[σσάρων, καὶ τὰν τιμὰ]ν [ἔχει]. | |
| βεβαιωτήρ· Δεξικράτης. κα[θὼς ἐπίστευσε] Πυρρ[ί]ας | |
| 5 | τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε [ἐλεύθερος ε]ἶμ[εν κ]αὶ ἀ- |
| νέφαπτος ἀπὸ πάντων ἕως κα [ζῆ Πυρρία]ς. εἰ δέ τίς [κα] ἐφά- | |
| πτηται Πυρρία ἐπὶ καταδουλισμῶι, [βέβαιον] παρεχόντ[ων τῶι] | |
| θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Σ[ώστρα]τος κ[α]ὶ [ὁ βεβαιω]- | |
| τὴρ Δεξικράτης· εἰ δέ κα μὴ παρέχωντι, πρ[ά]κτιμο[ι ἐόντων κα]- | |
| 10 | τὰ τὸν νόμον τᾶς πόλιος. ὡσαύτως δὲ καὶ ὁ π[αρ]ατυχ[ὼν κύ]ριο[ς] |
| ἔστω συλέων ὡς ἐλεύθερον ὄντα ἀζάμιος [ὢ]ν κ[αὶ ἀνυπό]δικ[ος] | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπό[λλ]ω[ν]ος | |
| Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Αἰακίδας, [Ξ]έ[νων], | |
| Ἰατάδας· Διόδωρος, Καλλίας, Πραξίας, Μένης, Ζώπυρος. |