[ ]
Phokis — Delphi — 186 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν Πανταλέωνος Πλευρωνίου |
τὸ πρῶτον μηνὸς Προκυκλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Νικοβούλου | |
μηνὸς Βοαθοίου, ἀπέδοτο Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεὺς τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βιότα τὸ γένος ἐκ Χαλκίδος ἐκ τῆς | |
5 | Εὐβοίας αἰχμάλωτον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Βιότα |
τὰν ὠνὰν τῶι θεῶι, ὥστε εἶμεν ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων, | |
οἰκέουσα καὶ πολιτεύουσα εἷ κα αὐτὰ θέλη. ἁ δὲ πρότερον ὠνὰ ἃν εἶχε Λαμ- | |
πρίας Βιότας ἀρμένα καὶ ἀτελὴς ἔστω. εἰ δέ τίς κα ἐφάπτηται Βιότας, οἵ τε βεβαι- | |
ωτῆρες συνεπισχυόντω Βιόται καὶ ἄλλος ὁ θέλων κύριος ἔστω συλέων Βιό- | |
10 | ταν ὡς οὖσαν ἐλευθέραν ἀζάμιος καὶ ἀνυπόδικος ἐὼν πάσας δίκας καὶ πά- |
σας ζαμίας. βεβαιωτῆρες· Καλλικλῆς Ἀριστίωνος, Ἄλεξις Ξενοδόκου Ἀμφισσεῖς. | |
μάρτυροι· Ἄνδρων Μινάκου, Ἀγήσανδρος Πύθωνος, Δάμων Ἀριστοδάμου, Δαμων Θεο- | |
δώρου, Δωρόθεος Ἀρχελάου, Καλλίμαχος Ἀσιδάμου, Ἀρχέδαμος Σωκρατίδα, | |
Ξενοκράτης Χαιρεδάμου, Θεύδωρος Σωξένου, Ἀμύντιος, Πυθέας, Ἀμύντας | |
15 | Τιμαγένεος Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ Ἀμύνταν Τιμαγένεος Ἀμφισσῆ. |