[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἐμμενίδα μηνὸς Θευξενίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἀγάθωνος
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Κτήσων τὸ γένος Σύρον, τιμᾶς
5 ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει
πᾶσαν, καθὼς ἐπίστευσε Κτήσων τὰν ὠνὰν
τῶ θεῶ, ὥστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος
τὸν πάντα βίον ἀπὸ πάντων, ποιῶν ὅ κα θέλη Κτήσ-
ων. βεβαιωτήρ· Ἄθαμβος Ἁβρομάχου. μάρτυροι· ὁ ἱερεὺς
10 τοῦ Ἀπόλλωνος Ταραντῖνος καὶ ὁ ἄρχων Κλέων, ἰδιῶται
Νίκαρχος Ἐράτωνος, Δεξώνδας Δάμωνος, Κλευκρά-
της Εὐρυμήδεος, Φιλαίτωλος Φαίνιος.
Search Help
Contact Us