[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Θεαγένεος μηνὸς Παναγυρίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου τοῦ πρώ-
του, ἐπὶ τοῖσδε ἀπέδοτο Θεύξενος Τέχνωνος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρά-
τιον τὸ γένος ἐξ Ἀπαμείας, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Στράτιον τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθ[έ]-
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Πασῖνος Ἀμφισσεύς, Ἀρ-
5 χέλαος Πραόχου Δελφός. παραμεινάτω δὲ Στράτιον παρὰ Θεύξενον ἄχρι κα ζώη Θεύξενος ποιέουσα
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσηι τῶμ ποτιτασσομένων ὑπὸ Θευξένου
καθὼς γέγραπται δυνατὰ ἐοῦσα, ἐξέστω Θευξένωι κολάζειν καθὼς κ’ αὐτὸς θέληι καὶ ἄλλωι ὑπ<ὲ>ρ Θεύξενον ὅγ κα
Θεύξενος κελεύσηι ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Θεύξενος, ἐλευθέρα
ἔστω Στράτιον κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέλη, καθὼς ἐπίστευσε Στράτιον
10 τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Στρατίου τελευτάσαντος Θευξένου, βέβαιον παρεχόντων
οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλ-
λωνος Ταραντῖνος καὶ τοὶ ἄρχοντες Ἄθαμβος Ἀθανίωνος, Ἀρχέλαος καὶ ἰδιῶται Δρομοκλείδας, Πά-
τρων, Ἄσανδρος, Ξενοκράτης Δελφοί, Τιμοκράτης, Δίων, Εὐβουλίδας, Διότιμος, Τίμων, Ἀγήσανδρος, Λύ-
15 κωπος Ἀμφισσεῖς.
Search Help