[ ]
Phokis — Delphi — 168 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἐνδυσποιτρο- |
| πίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλευνίκα Μενεδάμου Δελ- | |
| φὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι | |
| ὄνομα Ἀμμία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, κα- | |
| 5 | θὼς ἐπίστευσε Ἀμμία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ- |
| θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. | |
| βεβαιωτῆρες κατὰ τὸν [ν]όμον· Εὐκλείδας Καλλείδα, Ἄρχων | |
| Νικοβούλου Δελφοί. παραμεινάτω {ι} δὲ Ἀμμία παρὰ Κλευνί- | |
| καν ἄχρι κα ζώη Κλευνίκα ποιέουσα τὸ ποτιτασσόμε- | |
| 10 | νον πᾶν τὸ δυνατόν· εἰ δέ τί κα μὴ ποιήση Ἀμμία τῶν ποτι- |
| τασσομένων ὑπὸ Κλευνίκας ἢ μὴ παραμείναι καθὼς γέ- | |
| γραπται δυνατὰ ἐοῦσα, ἐξέστω Κλευνίκα κολάζειν | |
| καθώς κα αὐτὰ θέληι ἢ ἄλλον ὅν κα Κλευνίκα κελεύηι | |
| ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμί- | |
| 15 | ας. εἰ δέ τί κα πάθηι Κλευνίκα, ἐλευθέρα ἔστω Ἀμμία |
| κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι, κα- | |
| θὼς ἐπίστευσε Ἀμμία τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς | |
| κα ἅπτηται Ἀμμίας ἐπὶ καταδουλισμῶι τελευτα<σ>άσα[ς] | |
| Κλευνίκας, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες | |
| 20 | τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ |
| παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
| ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
| δίκας καὶ ζαμίας. μὴ ἐξέστω δὲ Ἀμμίαι ἀλλεῖ {εῖ} | |
| οἰκεῖν ἀλλ’ ἢ ἐν Δελφοῖς· εἰ δὲ μὴ οἰκέοι ἢ μὴ | |
| 25 | ποέοι τὰ {γε} γεγραμμένα, ἄκυ- |
| ρος ἔστω ἁ ὠνὰ μηδὲ τοὶ | |
| βεβαιωτῆρες βεβαιούντων. | |
| μάρτυρες· τοὶ ἱε[ρ]εῖς τοῦ Ἀπόλλωνος Ἀμύν- | |
| τας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἀνδρόνικος, | |
| 30 | ἰδιῶται Νικόμαχος Δεξίππου, Μελισσίων, |
| Σωσικράτης Ἀρίστωνος. |