[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Μενεστράτου μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πατρέας Ἀν[δ]ρονείκου Δελφὸς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα ἀνδρεῖα δύο οἷς ὀνόματα Νέων, Χαρίας, τιμᾶς ἀργυρίου μνᾶν ἕξ,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσ{σ}αν {²⁶ἐπίστευσαν}²⁶ Νέων καὶ Χαρίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ-
θεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέο[ν]τες ὅ κα θέλωντι
5 κ[α]ὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀνδρόνι-
κος Φρικίδα. εἰ δέ τίς κα ἐφάπτηται Νέωνος ἢ Χαρία ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν-
των τῶι θεῶι [τ]ὰν ὠνὰν ὅ τε ἀποδόμενος Πατρέας καὶ ὁ βεβαιωτὴρ Ἀνδρόνικος·
εἰ δὲ μὴ παρέχοιεν βεβαίαν τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδ[ό]μενος Πατρέας καὶ ὁ βεβαιωτὴρ
Ἀνδρόνικος, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
10 κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέρου[ς] ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
ζαμίας. παραμινάτω δὲ Νέων παρὰ Ἀρίστιον τὰν Καλλία θυγατέρα ἔτη ἓ[ξ] ποιέων τὸ ἐπιτασσό-
MENON TO\ DUNATO/N: EI) DE/ KA MH\ POIH= H)\ MH\ PARAME/NOI, KAQW\S GE/GRAPTAI, [KUR]I/A E)/STW *)ARI/STION KAI\
ἄλλος ὑπὲρ Ἀρίστιον ὅγ κα Ἀρίστιον κελεύση κολάζοντες τρόπωι ὧι κα αὐτοὶ θέλωντι ἀζάμιοι ἐ-
όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ
15 οἱ ἄρχοντες Θεύξενος, Μνασίθεος, Ἁγίων καὶ ἰδιῶται Ἐμμενίδας Καλλία, Ἄθαμβος Ἁβρομάχου, Ἀριστό-
δημος Ἄγωνος, Δαμότιμος Ἀνδρονίκου, Ζωΐλος, Ἀ{ρι}στόξενος {²⁶Ἀστόξενος}²⁶, Μένης, Νικόμαχος, Τιμόκριτος, Σω-
δαμίδας.
Search Help
Contact Us