[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Μενεστράτου μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πατρέας Ἀν[δ]ρονείκου Δελφὸς |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα ἀνδρεῖα δύο οἷς ὀνόματα Νέων, Χαρίας, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, | |
| καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσ{σ}αν {²⁶ἐπίστευσαν}²⁶ Νέων καὶ Χαρίας τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
| θεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸμ πάντα χρόνον, ποιέο[ν]τες ὅ κα θέλωντι | |
| 5 | κ[α]ὶ ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀνδρόνι- |
| κος Φρικίδα. εἰ δέ τίς κα ἐφάπτηται Νέωνος ἢ Χαρία ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόν- | |
| των τῶι θεῶι [τ]ὰν ὠνὰν ὅ τε ἀποδόμενος Πατρέας καὶ ὁ βεβαιωτὴρ Ἀνδρόνικος· | |
| εἰ δὲ μὴ παρέχοιεν βεβαίαν τὰν ὠνὰν τῶι θεῶι ὅ τε ἀποδ[ό]μενος Πατρέας καὶ ὁ βεβαιωτὴρ | |
| Ἀνδρόνικος, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον τᾶς πόλιος· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| 10 | κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέρου[ς] ἐόντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ |
| ζαμίας. παραμινάτω δὲ Νέων παρὰ Ἀρίστιον τὰν Καλλία θυγατέρα ἔτη ἓ[ξ] ποιέων τὸ ἐπιτασσό- | |
| μενον τὸ δυνατόν· εἰ δέ κα μὴ ποιῆ ἢ μὴ παραμένοι, καθὼς γέγραπται, [κυρ]ία ἔστω Ἀρίστιον καὶ | |
| ἄλλος ὑπὲρ Ἀρίστιον ὅγ κα Ἀρίστιον κελεύση κολάζοντες τρόπωι ὧι κα αὐτοὶ θέλωντι ἀζάμιοι ἐ- | |
| όντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ | |
| 15 | οἱ ἄρχοντες Θεύξενος, Μνασίθεος, Ἁγίων καὶ ἰδιῶται Ἐμμενίδας Καλλία, Ἄθαμβος Ἁβρομάχου, Ἀριστό- |
| δημος Ἄγωνος, Δαμότιμος Ἀνδρονίκου, Ζωΐλος, Ἀ{ρι}στόξενος {²⁶Ἀστόξενος}²⁶, Μένης, Νικόμαχος, Τιμόκριτος, Σω- | |
| δαμίδας. |