[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἐμμεν[ί]δα μηνὸς Ποιτροπίου τοῦ δευτέρου, ἐπὶ τοῖσδε ἀπέδοτο Μαραῖ[ος] Μαραίου Δελ[φ]ὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον |
| ὧι ὄνομα Κωμικὸς [καὶ ἄλ]λο γυναικεῖον ἇι ὄνομα Ἰωνίς, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευ[σαν] Κωμικὸς καὶ Ἰωνὶς τῶι θεῶι τὰν ὠ- | |
| νάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα χρόνον. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. παρα- | |
| μεινάντω δὲ Κωμικὸς καὶ Ἰωνὶς παρὰ Μαραῖον ἄχρι κα ζώη Μαραῖος π[ο]έοντες τὸ πο[τ]ιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· | |
| 5 | εἰ δέ τί κα μὴ ποιήση Κωμικὸς ἢ Ἰωνὶς τῶμ ποτιτασσομένων ὑπὸ Μα[ρ]αίου καθὼς γέγραπται δυνατοὶ ἐόντες, ἐξέ- |
| στω Μαραίωι, ὁπότερός κα μὴ ποιῆ τὸ ποτιτασσ[ό]μενον, κολ[ά]ζειν καθώς κα αὐτὸς θέληι καὶ ἄλλωι ὑπὲρ Μαραῖον | |
| ὅγ κα Μαραῖος κελεύη ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοι[ς π]άσας δίκας καὶ ζαμίας· εἰ δέ τί κα πάθη Μαραῖος, | |
| ἐλεύθεροι ἐόντω Κωμικὸς καὶ Ἰωνὶς κυριεύοντες αὐτοσαυτῶν καὶ ποιέοντες ὅ κα θέλωντι. εἰ | |
| δέ τι νοσφίξαιντο Κωμικὸς ἢ Ἰωνὶς τῶμ Μαρα<ί>ου καὶ ἐξελεγχθείη{ι}σαν {²⁶ἐξελεγχθείησαν}²⁶, ἄκυρος ἔστω αὐ- | |
| 10 | τῶν ἁ ὠνὰ καὶ ἀτελής. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ |
| ἄρχοντες Ἀριστίων Ἄγωνος, Ἄσανδρος Διονυσίου, ἰδιῶται Ἀστόξενος, Ἄρχων | |
| Καλλία, Φρῦνος, Πάτρων, Ἰατάδας, Μένης. ἁ ὠνὰ παρὰ Μένητα. |