[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἀγαθῆ τύχη.  ἄρχοντος Δεξώνδα τοῦ Δάμωνος καὶ μηνὸς Ἀμαλίου,
ἀπέδοτο Σπαῖρος Ἀκρισίου Ναυπάκτιος, συνευδοκεόντων καὶ τῶν υἱ-
ῶν, σῶμα ἀνδρεῖον τὸ γένος Θρᾶικα ὧι ὄνομα Φιλόνικος τῶι Ἀπόλλω-
νι τῶι Πυθίωι ἐπ’ ἐλευθερία, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει.
5 βεβαιωτήρ· Χαρίξενος Ἀλέξωνος Δελφός. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλ-
λωνος Πραξίας, Ἀνδρόνικος καὶ τῶν ἀρχόντων Σώστρατος Σωτύλου,
ἰδιῶται Μένης, Κλέων Κλευδάμου, Κόσις Λυκίσκου, Δεξώνδας Δρομοκλείδα,
Θεόξενος Ἰατάδα.
Search Help
Contact Us