[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Δελφοῖς Εὐαγγέλου μηνὸς
βοαθόου, ἀπέδοτο Εὐκλῆς Ἐτυμώνδα Δελ-
φὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖ-
ον ὧι ὄνομα Πρῶτος τὸ γένος Ἄραβα, τιμᾶς
5 ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε τὰν
ὠνὰν τῶι θεῶι Πρῶτος, ἐφ’ ὧιτε ἀνέφα-
πτος εἶμεν ἀπὸ πάντων τὸν ἅπαντα
χρόνον, ποιέων ὅ κα θέληι. βεβαιωτήρ·
Ἀστόξενος Διονυσίου. μάρτυροι·
10 οἱ ἄρχοντες Ἀστόξενος, Δεξιά-
δας, Ξενόκριτος Ταραντίνου,
ἰδιῶται Εὔδοκος, Ἀριστό-
μαχος Ὀλυμπογένεος, Φίλα-
γρος Διοδώρου, Νικόμαχος
15 Δεξίππου, Ἄρχων Καλλία, Ἀρ-
χέλαος Πυθοφάνεος.
Search Help