[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος ἐν Τριτέα Εὐνοΐδα μηνὸς Γιγαντίο[υ, ἐν] |
| Δελφοῖς [δὲ] ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου, ἀ[πέ]- | |
| δοτο Φίλων Φιλλέα Τριτεὺς τῶι Ἀπόλλωνι τῶι [Πυ]- | |
| θίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φιλοκλῆς, | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τι- |
| μὰν ἔχει πᾶσαν, | |
| καθὼς ἐπίστευσε Φιλοκλῆς τὰν ὠνὰν τῶι | |
| θεῶι, ἐφ’ ὅτω ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτον | |
| ἀπὸ πάντων τὸν πάντα βίον, ποιέων ὅ κα θέλη | |
| 10 | καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτῆρες κατὰ |
| τοὺς νόμους καὶ τὰν συμβολάν· Ἄθαμβος Ἀθανί- | |
| ωνος Δελφός, Λυκῖνος Φιλλέα Χαλειεύς. | |
| μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ | |
| τῶν ἀρχόντων Ἄθαμβος, ἰδιῶται Φίλαγρος, Ἀρι- | |
| 15 | στίων, Τυρβαῖος Δελφοί, Πολύξενος Τολο- |
| φώνιος, Ξενέας Τριτεύς. |