[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχο[ν]τος Πύ[ρρου μην]ὸς [Β]ου[κα]τίου, ἐπὶ τοῖσδε ἀπέδοτο [Κ]λ[ευβούλα] |
[Δελφὶς τῶι Ἀπόλλωνι τῶι] Πυθίωι σῶμα ἀνδρε[ῖ]ον ὧι ὄνο[μα] Τ[η]ρεύς, | |
τιμᾶς [ἀρ]γυρίου μνᾶν [τριῶ]ν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, [κ]αθὼς ἐπί- | |
[στευσε Τ]ηρεὺς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ[ε]ύθερος [ε]ἶμεν | |
5 | καὶ ἀν[έφα]πτος [ἀ]πὸ πάντ[ω]ν τὸν πάντα [χ]ρόνον, ποιέων ὅ κ[α θέ]- |
λη καὶ ἀ[πο]τρέ[χω]ν οἷς κα [θ]έλη. εἰ δέ τίς [κ]α ἐφάπτηται Τηρ[έος] | |
[εἴ]τε [τῶ]ν ἐπινόμων τῶν Κλεοβούλα[ς ․․] εἴτε ἄλλος τις, βέβαιον | |
[παρε]χόντω [τ]ὰν ὠν[ὰ]ν ἅ τε ἀποδομένα Κλεοβούλα ἢ οἱ ἐπίνομοι οἱ | |
[Κλεοβούλας καὶ ὁ] βεβαιωτὴρ τῶι θεῶι. καὶ ὁμοίως ὁ πα- | |
10 | [ρατυ]γχάνων κύ[ρ]ιος ἔστω σ[υλ]έων Τηρῆ ἐ[πὶ τ]ὸν |
θεὸν ὡς ἐλ[ε]ύθερ[ον ὄ]ντα ἀζάμιος ὢν καὶ | |
[ἀνυπ]όδικο[ς] πάσας δί[κ]ας καὶ ζαμίας. μάρ- | |
[τυρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλω]νος Ἀμύντας, | |
[Ταραντῖνος καὶ οἱ ἄρχοντες] Ἄθαμβος | |
15 | Ἀθανίωνος, Ἀρχέλαος, Δαμο- |
σθένεος, Δίων Ἀλέξωνος, ἰδιῶται | |
Ἀλέξων Χαριξένου, Ἧρυς Εὐδώρο[υ]. |