[ ]
Phokis — Delphi — 169 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία |
μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδο- | |
το Γλα[υ]κίας Σωτηρίχου τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
5 | Εὔτυχος τὸ γένος Γαλάταν, τιμᾶς ἀρ- |
γυρίου μνᾶν τριῶν, καὶ τὸν τιμὰν ἔχει | |
πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰ[ν] | |
ὠνὰν Εὔτυχος, ἐφ’ ὧιτε αὐτὸν εἶμε[ν] | |
ἐλεύθερον καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
10 | των τὸμ πάντα βίον, ποιέοντα ὅ κα |
θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. | |
βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁρμό- | |
διος καὶ Κλεύδικος. μάρτυροι· τοὶ ἱε- | |
ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ | |
15 | Ταραντῖνος καὶ τῶν ἀρχόντων |
Ἄσανδρος, Ἄρχων, ἰδιῶται Σώτιμος, | |
Ἀριστίων, Ἀνδρόνικος, Εὐκλείδας, | |
Φίλων. |