[ ]
Phokis — Delphi — 169 BC
| 1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία |
| μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδο- | |
| το Γλα[υ]κίας Σωτηρίχου τῶι Ἀπόλλω- | |
| νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
| 5 | Εὔτυχος τὸ γένος Γαλάταν, τιμᾶς ἀρ- |
| γυρίου μνᾶν τριῶν, καὶ τὸν τιμὰν ἔχει | |
| πᾶσαν, καθὼς ἐπίστευσε τῶι θεῶι τὰ[ν] | |
| ὠνὰν Εὔτυχος, ἐφ’ ὧιτε αὐτὸν εἶμε[ν] | |
| ἐλεύθερον καὶ ἀνέφαπτον ἀπὸ πάν- | |
| 10 | των τὸμ πάντα βίον, ποιέοντα ὅ κα |
| θέληι καὶ ἀποτρέχων οἷς κα θέληι. | |
| βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἁρμό- | |
| διος καὶ Κλεύδικος. μάρτυροι· τοὶ ἱε- | |
| ρεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας καὶ | |
| 15 | Ταραντῖνος καὶ τῶν ἀρχόντων |
| Ἄσανδρος, Ἄρχων, ἰδιῶται Σώτιμος, | |
| Ἀριστίων, Ἀνδρόνικος, Εὐκλείδας, | |
| Φίλων. |