[ ]
Phokis — Delphi — 171 BC
1 | ἄρχοντος Μένητος μηνὸς Ἡραίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἐργασίων | |
Σίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Νι- | |
5 | καία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς |
ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν | |
Νικαία, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
καὶ ἀνέφαπτον ἀπὸ πάντω[ν] τὸν | |
πάντα βίον, ποιέουσαν ὡς πατέρι Ἐργα- | |
10 | σίωνι τὰ νομιζόμενα· βεβαιωτὴρ κατὰ |
τὸν νόμον· Ἀμφίστρατος Ἀμφιστρά- | |
του· συνεπαινεούσας τᾶ<ς> ματρὸς | |
Καλλιβούλας. εἰ δέ τίς κα ἅπτηται | |
Νικαίας, βέβαιον παρεχόντων τῶι | |
15 | θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
Ἐργασίων καὶ ὁ βεβαιωτὴρ Ἀμφίστρα- | |
τος. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι | |
ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
οἱ παρατυνχάνοντες κύριοι ἐόντων | |
20 | συλέοντες ὡς ἐλευθέραν οὖσαν |
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας | |
δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς | |
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας· | |
Ἀνδρόνικος Πατρέα, Εὐκλείδας | |
25 | Καλλείδα, Βούλων Πεισιστράτου, |
Ζώπυρος. |