[ ]
Phokis — Delphi — 171 BC
| 1 | ἄρχοντος Μένητος μηνὸς Ἡραίου, |
| ἐπὶ τοῖσδε ἀπέδοτο Ἐργασίων | |
| Σίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
| ωι σῶμα γυναικεῖον ἇι ὄνομα Νι- | |
| 5 | καία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς |
| ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν | |
| Νικαία, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν | |
| καὶ ἀνέφαπτον ἀπὸ πάντω[ν] τὸν | |
| πάντα βίον, ποιέουσαν ὡς πατέρι Ἐργα- | |
| 10 | σίωνι τὰ νομιζόμενα· βεβαιωτὴρ κατὰ |
| τὸν νόμον· Ἀμφίστρατος Ἀμφιστρά- | |
| του· συνεπαινεούσας τᾶ<ς> ματρὸς | |
| Καλλιβούλας. εἰ δέ τίς κα ἅπτηται | |
| Νικαίας, βέβαιον παρεχόντων τῶι | |
| 15 | θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος |
| Ἐργασίων καὶ ὁ βεβαιωτὴρ Ἀμφίστρα- | |
| τος. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι | |
| ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
| οἱ παρατυνχάνοντες κύριοι ἐόντων | |
| 20 | συλέοντες ὡς ἐλευθέραν οὖσαν |
| ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας | |
| δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς | |
| τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας· | |
| Ἀνδρόνικος Πατρέα, Εὐκλείδας | |
| 25 | Καλλείδα, Βούλων Πεισιστράτου, |
| Ζώπυρος. |