[ ] Phokis — Delphi — 171 BC
1 ἄρχοντος Μένητος μηνὸς Ἡραίου,
ἐπὶ τοῖσδε ἀπέδοτο Ἐργασίων
Σίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Νι-
5 καία, τιμᾶς ἀργυρίου μνᾶν δύο, καθὼς
ἐπίστευσε τῶι θεῶι τὰν ὠνὰν
Νικαία, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντω[ν] τὸν
πάντα βίον, ποιέουσαν ὡς πατέρι Ἐργα-
10 σίωνι τὰ νομιζόμενα· βεβαιωτὴρ κατὰ
τὸν νόμον· Ἀμφίστρατος Ἀμφιστρά-
του· συνεπαινεούσας τᾶ<ς> ματρὸς
Καλλιβούλας. εἰ δέ τίς κα ἅπτηται
Νικαίας, βέβαιον παρεχόντων τῶι
15 θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος
Ἐργασίων καὶ ὁ βεβαιωτὴρ Ἀμφίστρα-
τος. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι
ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ
οἱ παρατυνχάνοντες κύριοι ἐόντων
20 συλέοντες ὡς ἐλευθέραν οὖσαν
ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας·
Ἀνδρόνικος Πατρέα, Εὐκλείδας
25 Καλλείδα, Βούλων Πεισιστράτου,
Ζώπυρος.
Search Help
Contact Us