[ ] Phokis — Delphi — 173 BC
1 ἄρχοντος Σωσινίκου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελεσάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λέαινα,
τιμᾶς ἀργυρίου μνᾶν πέντε. βεβαιωτῆρες· Ἄθαμβος Ἀθανίωνος, Μενέστρατος Εὐχαρίδα Δελφοί. παραμεινάτω δὲ Λέαινα παρὰ Φίλωνα ἄχρι οὗ κα ζώη
Φίλων ἐργαζομένα καὶ ἀκούουσα Φίλωνος· εἰ δέ κά τι τούτων μὴ [π]οιῆ, ἐξουσία ἔστω Φίλωνι ποεῖν Λέαιναν ὅ κα θέλη. ἐπεὶ δέ κά τι πάθη Φίλων,
ἐλευθέρα ἔστω Λέα
Search Help