[ ]
Phokis — Delphi — 173 BC
| 1 | ἄρχοντος Σωσινίκου μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελεσάρχου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λέαινα, |
| τιμᾶς ἀργυρίου μνᾶν πέντε. βεβαιωτῆρες· Ἄθαμβος Ἀθανίωνος, Μενέστρατος Εὐχαρίδα Δελφοί. παραμεινάτω δὲ Λέαινα παρὰ Φίλωνα ἄχρι οὗ κα ζώη | |
| Φίλων ἐργαζομένα καὶ ἀκούουσα Φίλωνος· εἰ δέ κά τι τούτων μὴ [π]οιῆ, ἐξουσία ἔστω Φίλωνι ποεῖν Λέαιναν ὅ κα θέλη. ἐπεὶ δέ κά τι πάθη Φίλων, | |
| ἐλευθέρα ἔστω Λέα |