[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἀπέδοτο
Θ[ε]υδώρα Πολύωνος, συνεπαιεόντων τ[ᾶ]ς
ἀδελφᾶς Ἡρακλείας καὶ Κλεώνδα τοῦ Κλευμά-
χου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
5 ἇι ὄνομα Δαμαρχὶς τὸ γένος ἐνδογενῆ, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βε-
βαιωτῆρες κατὰ τὸν νόμον· Μενέστρατος Εὐχα-
ρίδα, Δρομοκλείδας Ἁγίωνος. καθὼς ἐπίστευσε
τῶι θεῶι τὰν ὠνὰν Δαμαρχίς, ἐφ’ ὧιτε ἐλευ-
10 θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων
τὸμ πάντα βίον. παραμεινάτω δὲ Δαμαρ-
χὶς παρὰ Θευδώραν ἕως κα ζῆ Θευδώρα π[οιέ]-
ουσ[α] τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. ὅσα
δ[έ] κα κτήσηται Δαμαρχὶς μένουσα παρὰ Θευ-
15 δώραν, Δαμαρχίδος ἔστω. ὁμοίως δὲ καὶ εἰ
γε[ν]εὰν ποιήσαιτο Δαμαρχὶς Θευδώρας βιού-
σας καὶ μένουσα παρὰ Θευδώραν, ἐλευθέρα ἔστ[ω]
καὶ ἀνέφαπτος ἁ γ[ε]νεὰ καθὼς καὶ Δαμαρχὶς
ἀπὸ πάντων τὸμ πάντα βίον, εἴτε καὶ ἓν γένοιτο αὐ-
20 τᾶι εἴτε καὶ πλείονα παιδάρια. μάρτυρες· οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Ἀμύντας {τας}, Ταραντῖνος καὶ τοὶ ἄρ-
χοντες Ἧρυς, Πασίων, Καλλίας, ἰδιῶται Εὐάγγελος,
Μαντίας Δαμοχάρεος, Φίλων Ἀριστέα, Μελισσί-
ων.
Search Help