[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἀπέδοτο |
| Θ[ε]υδώρα Πολύωνος, συνεπαιεόντων τ[ᾶ]ς | |
| ἀδελφᾶς Ἡρακλείας καὶ Κλεώνδα τοῦ Κλευμά- | |
| χου, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| 5 | ἇι ὄνομα Δαμαρχὶς τὸ γένος ἐνδογενῆ, τιμᾶς |
| ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει. βε- | |
| βαιωτῆρες κατὰ τὸν νόμον· Μενέστρατος Εὐχα- | |
| ρίδα, Δρομοκλείδας Ἁγίωνος. καθὼς ἐπίστευσε | |
| τῶι θεῶι τὰν ὠνὰν Δαμαρχίς, ἐφ’ ὧιτε ἐλευ- | |
| 10 | θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων |
| τὸμ πάντα βίον. παραμεινάτω δὲ Δαμαρ- | |
| χὶς παρὰ Θευδώραν ἕως κα ζῆ Θευδώρα π[οιέ]- | |
| ουσ[α] τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν. ὅσα | |
| δ[έ] κα κτήσηται Δαμαρχὶς μένουσα παρὰ Θευ- | |
| 15 | δώραν, Δαμαρχίδος ἔστω. ὁμοίως δὲ καὶ εἰ |
| γε[ν]εὰν ποιήσαιτο Δαμαρχὶς Θευδώρας βιού- | |
| σας καὶ μένουσα παρὰ Θευδώραν, ἐλευθέρα ἔστ[ω] | |
| καὶ ἀνέφαπτος ἁ γ[ε]νεὰ καθὼς καὶ Δαμαρχὶς | |
| ἀπὸ πάντων τὸμ πάντα βίον, εἴτε καὶ ἓν γένοιτο αὐ- | |
| 20 | τᾶι εἴτε καὶ πλείονα παιδάρια. μάρτυρες· οἱ ἱερεῖς τοῦ |
| Ἀπόλλωνος Ἀμύντας {τας}, Ταραντῖνος καὶ τοὶ ἄρ- | |
| χοντες Ἧρυς, Πασίων, Καλλίας, ἰδιῶται Εὐάγγελος, | |
| Μαντίας Δαμοχάρεος, Φίλων Ἀριστέα, Μελισσί- | |
| ων. |