[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἐπὶ |
τοῖσδε ἀπέδοτο Πατρὼ Δείνωνος Δελ- | |
φὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
κεῖον ἇι ὄνομα Καριὰς τὸ γένος Ἐλυμαίαν, τιμᾶς | |
5 | ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κα- |
ριὰς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ[ρ]α | |
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- | |
μον τᾶς πόλιος· Μενέστρατος Εὐχαρίδα Δελ- | |
10 | φός. μάρτ[υ]ρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύν- |
τας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἧρυς, ἰδι- | |
ῶται Δαμοσθένης, Πράξων, Λυκίδας, Μενε- | |
κράτης, Μαντίας, Κλεύδαμος. |