[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Ποιτροπίου, ἐπὶ |
| τοῖσδε ἀπέδοτο Πατρὼ Δείνωνος Δελ- | |
| φὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
| κεῖον ἇι ὄνομα Καριὰς τὸ γένος Ἐλυμαίαν, τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Κα- |
| ριὰς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ[ρ]α | |
| εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα | |
| βίον, ποέουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νό- | |
| μον τᾶς πόλιος· Μενέστρατος Εὐχαρίδα Δελ- | |
| 10 | φός. μάρτ[υ]ρες· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύν- |
| τας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἧρυς, ἰδι- | |
| ῶται Δαμοσθένης, Πράξων, Λυκίδας, Μενε- | |
| κράτης, Μαντίας, Κλεύδαμος. |