[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | στραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος Τειθρω- |
| ν[ί]ου μηνὸς ἑβδόμου, ἐν Δε[λ]φοῖς δὲ ἄρχ[ο]ντος Ξενέα μηνὸς | |
| Ἐνδυσποιτροπίου, ἐπὶ [τοῖσ]δε ἀπέδοτο Ἁγίας Πολυξένου Λιλ<αιεὺς> | |
| [τ]ῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σώματα δύο, ἀνδρεῖον καὶ γυναικεῖ- | |
| 5 | ον, οἷς ὀνόματα Στρατονίκα καὶ Στρατόνικος, τιμᾶς ἀργυρίου |
| μνᾶν δύο ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
| ἐπίστευσαν Στρατονίκα καὶ Στρατόνικος τῶι θ[ε]ῶι | |
| τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφ[α]πτοι | |
| ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ | |
| 10 | ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτήρ· Εὐξίας Ξενοφῶ- |
| ν<τ>ος, κατὰ τὸν νόμον. εἰ δέ τίς κα ἅπτηται Στρατονίκας | |
| ἢ Στρατονίκου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ- | |
| ποδόμενος Ἁγίας καὶ ὁ βεβαιωτὴρ Εὐξίας· εἰ δέ κα μὴ παρέ- | |
| χωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
| 15 | οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Στρατο- |
| νίκαν καὶ Στρατόνικον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι | |
| ἐόντες καὶ ἀνυπόδικοι πάσα[ς] δίκας καὶ ζαμίας. | |
| μάρτυρες· τῶν ἀρχ[ό]ντων Πολύων Τιμοκλεῦς, Ξένων | |
| Ἀτεισίδα Δελφοί· Ἀμυνέας Κρίτωνος, Ἀριστογένης | |
| 20 | Νικέα, Πολύγνωτος Πολυξένου, Τιμοκράτης Ξένωνος, |
| Νικάνωρ Ἀγεμάχου Λιλαιεῖς. |