[ ]
Phokis — Delphi — 170 BC
| 1 | ἄρχοντος Λαιάδα μηνὸς Βοαθοίο[υ], |
| ἐπὶ τοῖσδε ἀπέδοντο Ξενοφάνεια Παρ- | |
| νασσίου, Τελεσὼ Μνασικράτεος, Κλέ- | |
| ων, Παρνάσσιος Κλευδάμου τῶι Ἀπόλλωνι | |
| 5 | τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρι<σ>τό- |
| λα, συνεπαινεόντων Κλευδάμου τοῦ Μαντί- | |
| α καὶ Ξένωνος τοῦ Ἀτεισίδα, τιμᾶς ἀργυρίου | |
| τριῶν ἡμιμναίων, καθὼς ἐπίστευσε Ἀριστόλα | |
| τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ | |
| 10 | ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτὴρ |
| κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀρχέλας Πυθοφάνεος. εἰ δέ | |
| τίς κα ἅπτηται Ἀριστόλας ἐπὶ καταδουλισμῶι, | |
| βέβαιον παρεχόντω τῶ θεῶ τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
| νοι Ξενοφάνεια, Τελεσώ, Κλέων, Παρνάσσιος | |
| 15 | καὶ ὁ βεβαιωτὴρ Ἀρχέλας· εἰ δέ κα μὴ παρέχωντι, πρά- |
| κτιμοι ἐόντω κατὰ τὸν νόμον. [ὁ]μοίως δὲ καὶ οἱ παρα- | |
| τυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐ- | |
| λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
| πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἄρχοντες | |
| 20 | Βάκχιος, Ἀριστίων, ἰδιῶται Σωτύλος, Ξένων, Μαν- |
| τίας, Δάμων, Γλαῦκος, Νίκων. |