[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | στραταγέοντος τῶν Φωκέων Ἀριστοτέλεος Τειθρω- |
ν[ί]ου μηνὸς ἑβδόμου, ἐν Δε[λ]φοῖς δὲ ἄρχ[ο]ντος Ξενέα μηνὸς | |
Ἐνδυσποιτροπίου, ἐπὶ [τοῖσ]δε ἀπέδοτο Ἁγίας Πολυξένου Λιλ<αιεὺς> | |
[τ]ῶι Ἀπόλ<λ>ωνι τῶι Πυθίωι σώματα δύο, ἀνδρεῖον καὶ γυναικεῖ- | |
5 | ον, οἷς ὀνόματα Στρατονίκα καὶ Στρατόνικος, τιμᾶς ἀργυρίου |
μνᾶν δύο ἡμιμναίου, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς | |
ἐπίστευσαν Στρατονίκα καὶ Στρατόνικος τῶι θ[ε]ῶι | |
τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφ[α]πτοι | |
ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ | |
10 | ἀποτρέχοντες οἷς κα θέλωντι. βεβαιωτήρ· Εὐξίας Ξενοφῶ- |
ν<τ>ος, κατὰ τὸν νόμον. εἰ δέ τίς κα ἅπτηται Στρατονίκας | |
ἢ Στρατονίκου, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀ- | |
ποδόμενος Ἁγίας καὶ ὁ βεβαιωτὴρ Εὐξίας· εἰ δέ κα μὴ παρέ- | |
χωντι, πράκτιμοι ἐόντων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ | |
15 | οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Στρατο- |
νίκαν καὶ Στρατόνικον ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι | |
ἐόντες καὶ ἀνυπόδικοι πάσα[ς] δίκας καὶ ζαμίας. | |
μάρτυρες· τῶν ἀρχ[ό]ντων Πολύων Τιμοκλεῦς, Ξένων | |
Ἀτεισίδα Δελφοί· Ἀμυνέας Κρίτωνος, Ἀριστογένης | |
20 | Νικέα, Πολύγνωτος Πολυξένου, Τιμοκράτης Ξένωνος, |
Νικάνωρ Ἀγεμάχου Λιλαιεῖς. |