[ ]
Phokis — Delphi — 170 BC
1 | ἄρχοντος Λαιάδα μηνὸς Βοαθοίο[υ], |
ἐπὶ τοῖσδε ἀπέδοντο Ξενοφάνεια Παρ- | |
νασσίου, Τελεσὼ Μνασικράτεος, Κλέ- | |
ων, Παρνάσσιος Κλευδάμου τῶι Ἀπόλλωνι | |
5 | τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρι<σ>τό- |
λα, συνεπαινεόντων Κλευδάμου τοῦ Μαντί- | |
α καὶ Ξένωνος τοῦ Ἀτεισίδα, τιμᾶς ἀργυρίου | |
τριῶν ἡμιμναίων, καθὼς ἐπίστευσε Ἀριστόλα | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ | |
10 | ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτὴρ |
κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀρχέλας Πυθοφάνεος. εἰ δέ | |
τίς κα ἅπτηται Ἀριστόλας ἐπὶ καταδουλισμῶι, | |
βέβαιον παρεχόντω τῶ θεῶ τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
νοι Ξενοφάνεια, Τελεσώ, Κλέων, Παρνάσσιος | |
15 | καὶ ὁ βεβαιωτὴρ Ἀρχέλας· εἰ δέ κα μὴ παρέχωντι, πρά- |
κτιμοι ἐόντω κατὰ τὸν νόμον. [ὁ]μοίως δὲ καὶ οἱ παρα- | |
τυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐ- | |
λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἄρχοντες | |
20 | Βάκχιος, Ἀριστίων, ἰδιῶται Σωτύλος, Ξένων, Μαν- |
τίας, Δάμων, Γλαῦκος, Νίκων. |