[ ] Phokis — Delphi — 170 BC
1 ἄρχοντος Λαιάδα μηνὸς Βοαθοίο[υ],
ἐπὶ τοῖσδε ἀπέδοντο Ξενοφάνεια Παρ-
νασσίου, Τελεσὼ Μνασικράτεος, Κλέ-
ων, Παρνάσσιος Κλευδάμου τῶι Ἀπόλλωνι
5 τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρι<σ>τό-
λα, συνεπαινεόντων Κλευδάμου τοῦ Μαντί-
α καὶ Ξένωνος τοῦ Ἀτεισίδα, τιμᾶς ἀργυρίου
τριῶν ἡμιμναίων, καθὼς ἐπίστευσε Ἀριστόλα
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ
10 ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτὴρ
κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀρχέλας Πυθοφάνεος. εἰ δέ
τίς κα ἅπτηται Ἀριστόλας ἐπὶ καταδουλισμῶι,
βέβαιον παρεχόντω τῶ θεῶ τὰν ὠνὰν οἵ τε ἀποδόμε-
νοι Ξενοφάνεια, Τελεσώ, Κλέων, Παρνάσσιος
15 καὶ ὁ βεβαιωτὴρ Ἀρχέλας· εἰ δέ κα μὴ παρέχωντι, πρά-
κτιμοι ἐόντω κατὰ τὸν νόμον. [ὁ]μοίως δὲ καὶ οἱ παρα-
τυγχάνοντες κύριοι ἐόντω συλέοντες ὡς ἐ-
λευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἄρχοντες
20 Βάκχιος, Ἀριστίων, ἰδιῶται Σωτύλος, Ξένων, Μαν-
τίας, Δάμων, Γλαῦκος, Νίκων.
Search Help
Contact Us