[ ]
Phokis — Delphi — 174 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν Ἀρχεδάμου Φόλα τὸ τέταρτον, ἐν Δελ- |
| φοῖς δὲ ἄρχοντος Σωσινίκου μηνὸς Βουκατίου, ἀπέδοτο Μίκκος Ἐριναῖ- | |
| ος σῶμα γυναικεῖον καὶ ἀνδρεῖον οἷς [ὀ]νόματα Ἀγαθόκλεια, Σώπολις | |
| τὸ γένος οἰκογενεῖς, τῶι Ἀπόλλωνι τῶ[ι] {τωι} Πυθίωι, τιμᾶς ἀργυρίου μν[ᾶν] | |
| 5 | ἕξ, ὥστε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάν- |
| τα βίον, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι Ἀπόλλωνι, διατρίβειν δὲ | |
| Ἀγαθόκλειαν, Σώπολιν, εἷ κα αὐτοὶ θέλωντι. βεβαιωτῆρες· Σωκράτη[ς] | |
| Κλεωνύμου, Φερένικος Νικοβούλου Ἐριναῖοι. μάρτυρες· οἱ ἱερεῖς τοῦ | |
| Ἀπόλ<λ>ωνος Ἄθαμβος, Ἀμύντας, οἱ ἄρχοντες Γλαῦκος, Μνασίθεος, | |
| 10 | Διόδωρος, ἰδιῶται [— — — — — —] Σώπολις, Σώτακος Δελφοί, <Κ>αλλίερος. |