[ ] Phokis — Delphi — 174 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Ἀρχεδάμου Φόλα τὸ τέταρτον, ἐν Δελ-
φοῖς δὲ ἄρχοντος Σωσινίκου μηνὸς Βουκατίου, ἀπέδοτο Μίκκος Ἐριναῖ-
ος σῶμα γυναικεῖον καὶ ἀνδρεῖον οἷς [ὀ]νόματα Ἀγαθόκλεια, Σώπολις
τὸ γένος οἰκογενεῖς, τῶι Ἀπόλλωνι τῶ[ι] {τωι} Πυθίωι, τιμᾶς ἀργυρίου μν[ᾶν]
5 ἕξ, ὥστε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάν-
τα βίον, καθὼς ἐπίστευσαν τὰν ὠνὰν τῶι Ἀπόλλωνι, διατρίβειν δὲ
Ἀγαθόκλειαν, Σώπολιν, εἷ κα αὐτοὶ θέλωντι. βεβαιωτῆρες· Σωκράτη[ς]
Κλεωνύμου, Φερένικος Νικοβούλου Ἐριναῖοι. μάρτυρες· οἱ ἱερεῖς τοῦ
Ἀπόλ<λ>ωνος Ἄθαμβος, Ἀμύντας, οἱ ἄρχοντες Γλαῦκος, Μνασίθεος,
10 Διόδωρος, ἰδιῶται [— — — — — —] Σώπολις, Σώτακος Δελφοί, <Κ>αλλίερος.
Search Help
Contact Us