[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξένου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδο-
το Κλέων Ξενοφίλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώμα-
τα τρία ἀνδρεῖα οἷς ὀνόματα Νικίας, Φιλόξενος, Ἀρίστων καὶ
τέταρτον γυναικεῖον ἇι ὄνομα Αἴνησα, ἕκαστον τούτων τιμᾶς
5 ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν Νικίας, Φιλόξενος, Ἀρίστων,
Αἴνησα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων
τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἧρυς Πεισιθέου, Ἵππων Ἀθανίω-
νος Δελφοί. παραμεινάντων δὲ Νικίας, Φιλόξενος καὶ Ἀρίστων καὶ Αἴνησα
παρὰ Κλέωνα ἄχρι κα ζώη Κλέων, ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν
10 ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσωντι τῶν ποτιτασσομένων ὑπὸ Κλέωνος
καθὼς γέγραπται δυνατοὶ ἐόντες, ἐξέστω Κλέωνι κολάζειν τὸν μὴ ποιέον-
τα τὸ ποτιτασσόμενον καθώς κα αὐτὸς θέληι καὶ ἄλλωι ὑπὲρ Κλέωνα ὅν κα Κλέων
κελεύση ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Κλέ-
ων, ἐλεύθεροι ἐόντων Νικίας, Φιλόξενος, Ἀρίστων, Αἴνησα κυριεύοντες αὐτοσαυ-
15 τῶν καὶ ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι, καθὼς
ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Νικία ἢ Φιλο-
ξένου ἢ Ἀρίστωνος ἢ Αἰνήσας τελευτάσαντος Κλέωνος, βέβαιον παρεχόντων οἱ βε-
βαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες
κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ὄντες καὶ ἀνυπό-
20 {καὶ ἀνυπό}δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἰατάδας, Ξένων Βούλωνος, ἰδιῶται Διόδωρος, Ἀστόξενος,
Ἄθαββος Ἀγάθωνος, Καλλίερος, Εὐκλείδας Καλλείδα, Ἀρισταίνετος, Ἀριστόμαχος Ἐτυμώνδα.
Search Help