[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | στραταγέοντος τῶν Αἰτωλῶν |
| Παναιτώλου, ἐν Δελφοῖς δὲ ἄρ[χ]ον- | |
| τος Ξενέα μηνὸς Ἡ[ρα]ίου, ἐπὶ τοῖσδε ἀπέ- | |
| δοτο Νίκαιος Νεί[κ]ωνος Ἐριναῖος τῶι | |
| 5 | Ἀπόλλωνι τῶι Πυθ[ί]ωι σῶμα γυναικεῖ- |
| ον ἇι ὄνομα Κλε[α]γ[όρ]α, τιμᾶς ἀργυρίου | |
| μνᾶν τ[ε]σσάρω[ν], κ[α]ὶ τὰν τιμὰν ἔχει, | |
| καθὼς ἐπίστευ[σε Κ]λεαγόρα τῶι | |
| θεῶι· τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθ<έ>ραν εἶ- | |
| 10 | μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων |
| τὸμ πάντα βίον, πο[ιέ]ουσα ὅ κα θέλη | |
| καὶ ἀποτρέχουσα οἷς κα θ[έ]ληι. | |
| βεβα[ι]ωτῆρες κατὰ τ[ὸν ν]όμον· Φερέν[ικο]ς | |
| Νικοβούλου, Σωκράτ[ης] Κλεωνύμου | |
| 15 | Ἐριναῖοι. εἰ δέ τίς κα ἅπτ[ητ]αι Κλεαγόρ[ας] |
| ἐπὶ καταδουλισμῶι, βέ[βαιο]ν παρεχόν- | |
| των τῶι θεῶι τὰν ὠν[ὰ]ν ὅ τε ἀπο- | |
| δόμενος Νίκαιος καὶ οἱ [βε]βαιωτῆρες | |
| Φερένικος καὶ Σωκράτης· εἰ δέ κα μὴ πα- | |
| 20 | ρέχωντι, πράκτιμοι ἐόντων κατὰ |
| τὸν νόμον· ὁμοί[ω]ς δὲ καὶ οἱ πα[ρ]α- | |
| τυγχάνοντες κύριοι ὄντων | |
| συλέοντες ὡς ἐλευθέρα[ν] οὖσα- | |
| ν {οὖσαν} ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
| 25 | πόδικοι πάσας δίκας κα[ὶ] ζαμίας. |
| μάρτυρες· τοὶ ἱερεῖς τοῦ [Ἀ]πόλλω- | |
| νος Ἀμύντας, Ταραντῖ[ν]ος· Ἀριστ- | |
| οκράτης· Κλέων, Ἀρχέλαος, | |
| Εὐκλείδας Δελφο[ί]. |