[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Θευξένου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδο- |
| το Κλέων Ξενοφίλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώμα- | |
| τα τρία ἀνδρεῖα οἷς ὀνόματα Νικίας, Φιλόξενος, Ἀρίστων καὶ | |
| τέταρτον γυναικεῖον ἇι ὄνομα Αἴνησα, ἕκαστον τούτων τιμᾶς | |
| 5 | ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσαν Νικίας, Φιλόξενος, Ἀρίστων, |
| Αἴνησα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθεροι εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων | |
| τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἧρυς Πεισιθέου, Ἵππων Ἀθανίω- | |
| νος Δελφοί. παραμεινάντων δὲ Νικίας, Φιλόξενος καὶ Ἀρίστων καὶ Αἴνησα | |
| παρὰ Κλέωνα ἄχρι κα ζώη Κλέων, ποιέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν | |
| 10 | ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσωντι τῶν ποτιτασσομένων ὑπὸ Κλέωνος |
| καθὼς γέγραπται δυνατοὶ ἐόντες, ἐξέστω Κλέωνι κολάζειν τὸν μὴ ποιέον- | |
| τα τὸ ποτιτασσόμενον καθώς κα αὐτὸς θέληι καὶ ἄλλωι ὑπὲρ Κλέωνα ὅν κα Κλέων | |
| κελεύση ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Κλέ- | |
| ων, ἐλεύθεροι ἐόντων Νικίας, Φιλόξενος, Ἀρίστων, Αἴνησα κυριεύοντες αὐτοσαυ- | |
| 15 | τῶν καὶ ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχοντες οἷς κα θέλωντι, καθὼς |
| ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Νικία ἢ Φιλο- | |
| ξένου ἢ Ἀρίστωνος ἢ Αἰνήσας τελευτάσαντος Κλέωνος, βέβαιον παρεχόντων οἱ βε- | |
| βαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες | |
| κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέρους ἐόντας ἀζάμιοι ὄντες καὶ ἀνυπό- | |
| 20 | {καὶ ἀνυπό}δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, |
| Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἰατάδας, Ξένων Βούλωνος, ἰδιῶται Διόδωρος, Ἀστόξενος, | |
| Ἄθαββος Ἀγάθωνος, Καλλίερος, Εὐκλείδας Καλλείδα, Ἀρισταίνετος, Ἀριστόμαχος Ἐτυμώνδα. |