[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν |
Παναιτώλου, ἐν Δελφοῖς δὲ ἄρ[χ]ον- | |
τος Ξενέα μηνὸς Ἡ[ρα]ίου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοτο Νίκαιος Νεί[κ]ωνος Ἐριναῖος τῶι | |
5 | Ἀπόλλωνι τῶι Πυθ[ί]ωι σῶμα γυναικεῖ- |
ον ἇι ὄνομα Κλε[α]γ[όρ]α, τιμᾶς ἀργυρίου | |
μνᾶν τ[ε]σσάρω[ν], κ[α]ὶ τὰν τιμὰν ἔχει, | |
καθὼς ἐπίστευ[σε Κ]λεαγόρα τῶι | |
θεῶι· τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθ<έ>ραν εἶ- | |
10 | μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων |
τὸμ πάντα βίον, πο[ιέ]ουσα ὅ κα θέλη | |
καὶ ἀποτρέχουσα οἷς κα θ[έ]ληι. | |
βεβα[ι]ωτῆρες κατὰ τ[ὸν ν]όμον· Φερέν[ικο]ς | |
Νικοβούλου, Σωκράτ[ης] Κλεωνύμου | |
15 | Ἐριναῖοι. εἰ δέ τίς κα ἅπτ[ητ]αι Κλεαγόρ[ας] |
ἐπὶ καταδουλισμῶι, βέ[βαιο]ν παρεχόν- | |
των τῶι θεῶι τὰν ὠν[ὰ]ν ὅ τε ἀπο- | |
δόμενος Νίκαιος καὶ οἱ [βε]βαιωτῆρες | |
Φερένικος καὶ Σωκράτης· εἰ δέ κα μὴ πα- | |
20 | ρέχωντι, πράκτιμοι ἐόντων κατὰ |
τὸν νόμον· ὁμοί[ω]ς δὲ καὶ οἱ πα[ρ]α- | |
τυγχάνοντες κύριοι ὄντων | |
συλέοντες ὡς ἐλευθέρα[ν] οὖσα- | |
ν {οὖσαν} ἀζάμιοι ἐόντες καὶ ἀνυ- | |
25 | πόδικοι πάσας δίκας κα[ὶ] ζαμίας. |
μάρτυρες· τοὶ ἱερεῖς τοῦ [Ἀ]πόλλω- | |
νος Ἀμύντας, Ταραντῖ[ν]ος· Ἀριστ- | |
οκράτης· Κλέων, Ἀρχέλαος, | |
Εὐκλείδας Δελφο[ί]. |