[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Κλέωνος μηνὸς Ἰλαίου, ἀπέδοτο Πάσιχον Μνάσωνος Δελφὰ τοῖ Ἀπόλλω- |
νι τῶι Πυθίωι σώματα τρία, τὰ μὲν δύο γυναικεῖα, τὸ δὲ ἓν ἀνδρεῖον, οἷς ὀνόματα Βοΐσκα, | |
Βοΐσκος, Ἀντιοχίς, τιμᾶς ἀργυρίου μνᾶν δέκα. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξένων | |
Πειθαγόρα, Ξένων Βούλωνος Δελφοί. καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν Βοΐσκα, Βοΐσκος, | |
5 | Ἀντιοχίς. μάρτυροι· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἄσανδρος, Ξένων, κ<αὶ ἰ>διῶται |
Ἄθαμβος Ἀθανίωνος, Καλλίερος, Ξενόκριτος, Πολύκλειτος, Ἀγησίλαος· ἐφ’ οἷτε ἀνεφάπτο[υς] | |
εἶμεν καὶ αὐτὰν καὶ τὰ παιδάρια ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι | |
καὶ οἰκεούσας εἷ κα θέλωντι καὶ ἑρπούσας οἷς κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο τοῖς τρίοις, | |
ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέρους. |