[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ἰλαίου, ἀπέδοτο Πάσιχον Μνάσωνος Δελφὰ τοῖ Ἀπόλλω-
νι τῶι Πυθίωι σώματα τρία, τὰ μὲν δύο γυναικεῖα, τὸ δὲ ἓν ἀνδρεῖον, οἷς ὀνόματα Βοΐσκα,
Βοΐσκος, Ἀντιοχίς, τιμᾶς ἀργυρίου μνᾶν δέκα. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ξένων
Πειθαγόρα, Ξένων Βούλωνος Δελφοί. καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνὰν Βοΐσκα, Βοΐσκος,
5 Ἀντιοχίς. μάρτυροι· οἱ ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἄσανδρος, Ξένων, κ<αὶ ἰ>διῶται
Ἄθαμβος Ἀθανίωνος, Καλλίερος, Ξενόκριτος, Πολύκλειτος, Ἀγησίλαος· ἐφ’ οἷτε ἀνεφάπτο[υς]
εἶμεν καὶ αὐτὰν καὶ τὰ παιδάρια ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι
καὶ οἰκεούσας εἷ κα θέλωντι καὶ ἑρπούσας οἷς κα θέλωντι. εἰ δέ τις ἐφάπτοιτο τοῖς τρίοις,
ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέρους.
Search Help
Contact Us