[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχ[οντος Θευξένου] |
μηνὸς [Ἐνδυσποιτροπί]- | |
ου, ἐπὶ τοῖσδε ἀπέ[δοτο] Κλευ[νίκα] | |
Ἀρχελάου Δελφὶς τῶι Ἀπόλλωνι τῶ[ι Πυ]- | |
5 | θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πραξι[νικίς], |
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίσ[τευ]- | |
σε Πραξινικὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλε[υ]- | |
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν[τα] | |
βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἄρχων Νικο- | |
10 | βούλου, Εὐκλείδας Δελφοί. παραμεινάτω δὲ Πραξι- |
νικὶς παρὰ {ρα} Κλευνίκαν, ἄχρι κα ζώη Κλευνίκα, ἔν- | |
δω μένουσα, ποιέουσα τὸ ποτιτασ<σ>όμενον πᾶν τὸ | |
δυνατὸν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήση τῶ- | |
ν ποτιτασ<σ>ομένων ὑπὸ Κλευνίκας καθὼς γέγρα- | |
15 | πται [δ]υνατὰ ἐοῦσα, ἐξέστω Κλευνίκα κολάζειν |
καθώς κα αὐτὰ θέληι καὶ ἄλλωι ὑπὲρ Κλευνί- | |
καν ὅν κα Κλευνίκα κελεύσηι ἀζαμίοις | |
ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζα- | |
μίας· εἰ δέ τί κα πάθηι Κλευνίκα, ἐλευθέρα ἔστω | |
20 | Πραξινικὶς κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέου- |
σα ὅ κα θέληι. στεφανωέτω δὲ τὸ μνᾶ<μα> τὸ Κλευ- | |
νίκας κατ’ ἐνιαυτὸν ταῖς ὡρίοις, καθὼς ἐπίστευσε | |
τῶι θεῶι τὸν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδου- | |
λισμῶι Πραξινικίδος τελευτασάσας Κλευνίκας, | |
25 | βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν |
ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχά- | |
νοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν | |
οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
καὶ ζαμίας. ποιησάτω δὲ καὶ τὰς ἀλλαθεάδας καὶ | |
30 | τὰ λοιπὰ τὰ νομιζόμενα πάντα. μάρτυρες· τοὶ |
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, | |
ἰδιῶται Εὐκλείδας, Τιμόκριτος, Νικόμαχος. |