[ ]
Phokis — Delphi — 170 BC
1 | ἄρχοντος Λαιάδα μηνὸς Δαι[δα]- |
φορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρ[χ]έ[λαος] | |
Θηβαγόρα Δελφὸς τῶι Ἀπόλλωνι [τῶι Πυθ]ίωι | |
σῶμα ἀνδρεῖον ὧι ὄνομα Νέων, τιμᾶς [ἀργ]υρίου | |
5 | μνᾶν ἕξ, καὶ σῶμα γυναικεῖον ἇι ὄνομα Σ[ω]σώ, τι- |
μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευ- | |
σαν αὐτοὶ Νέων καὶ Σωσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι- | |
τε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων | |
τὸν πάντα βίον, ποιοῦντας ὅ κα θέλωντι καὶ ἀποτρέ- | |
10 | χοντας οἷς κα θέλωντι. βεβαιωτὴρ κατὰ τὸν νόμον· |
Κλέανδρος Τείσωνος Δελφός. εἰ δέ τις καταδουλίζοιτο | |
Νέωνα ἢ Σωσώ, βέβαιον παρεχόντων ὅ τε ἀποδόμενος Ἀρχέ- | |
λαος καὶ ὁ βεβαιωτὴρ Κλέανδρος Τείσωνος· εἰ δέ κα μὴ παρέ- | |
{εἰ δέ κα μὴ παρέ}χωντι, πράκτιμοι ἐόντων κατὸν νόμον. | |
15 | ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες |
ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. κατενεν- | |
κάντω δὲ τὸν ἔρανον τὸν Ἀρχέλαος συνᾶξε ὁ Πραόχου τὸν τριακονταμναῖον, | |
καὶ βέβαιοι ἔστωσαν αἱ ὠναὶ τῶι θεῶι. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
Ταραντῖνος καὶ τοὶ ἄρχοντες Βάχχιος, Ἀριστίων, ἰδιῶται Μελισσίων, Εὐάγγελος, | |
20 | Κράτων, Δίων, Πολύκλειτος, Καλλίερος. |