[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Κλέωνος μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Ἀρχέδαμος Εὐνίκου Φυσκεὺς τῶι Ἀπόλλωνι |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἐπ’ ἐλευθερίαι ἇι ὄ[νομ]α Σωσικράτεια τὸ γένος Θεσσαλάν, [τι]μᾶς ἀργυρίου | |
| μνᾶν τριῶν, καθὼς ἐπίστευσε Σωσικράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα ε[ἶμ]εν καὶ ἀνέφαπτος | |
| ἀπὸ πάντων. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀλκῖνος Ἀρχιάδα Δελφός. μάρτυ[ρε]ς· ὁ ἱερεὺς | |
| 5 | καὶ τῶν ἀρχόντων Δεξώνδας {δας} Δάμωνος, ἰδιῶται Καλλίας Ἐμμενίδα, Σωτύλος |
| Σωστράτου, Μαντίας Δαμοχάρεος. |