[ ] Phokis — Delphi — 173 BC
1 στραταγέοντος τῶν Φωκέων Ἀντιόχου Φανατέος μηνὸς δευτέρου, ἐν Δελφοῖς δὲ ἄρχοντος Αἰακίδα μηνὸς Δαιδα[φ]ορίου,
ἀπέδοτο Ἐπικρατίδας Ἐπικράτεος Τιθοῤῥεὺς τῶι Ἀπόλλωνι τῶ[ι] Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωΐλα, τιμᾶς ἀργυρίου 𐅇 {²⁶μνᾶν πέντε}²⁶,
καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Ζωΐλα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ
{πο} πάντων, ποέουσ<¹⁴α>¹⁴ ὅ κα θέλη καὶ ἀποτρέχουσα οἷς κα θέλη. βεβαιωτήρ· Ἀρχέλας Θηβαγόρα, κατὰ τὰν συμβολὰν καὶ τοὺς νό-
5 μους. εἰ δέ τις ἄγοι Ζωΐλαν ἢ καταδουλίζοιτο, βέβαιον παρεχόντω ὅ τε ἀποδόμενος Ἐπικρατίδας καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι.
καὶ ὁμοίως κύριος ἔστω ὁ παρατυγχάνων συλέων Ζωΐλαν ἐπὶ τὸν θεὸν ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζα-
μίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Κλεύδαμος Κλέωνος, Δρομοκλείδας, Ἀλκῖν[ο]ς, Ἀν-
δρομένης, Καλλίερος, Ἀντιχάρης, Διοσκουρίδας Ἀμβρ<ύ>σσιος.
Search Help
Contact Us