[ ]
Phokis — Delphi — 172 BC
| 1 | ἄρχοντος Αἰακίδα μηνὸς Ἰλαίου, ἐπὶ [το]ῖσδε ἀπέδοτο Κλέων Ξενοφίλου Δελφὸς τῶι Ἀπόλ- |
| λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Φαινίκα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ | |
| τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς 〚․․․․9․․․․〛 ἐπίστευσε Φαινίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- | |
| ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα | |
| 5 | θέληι. βεβ[α]ιωτὴρ {ες} κατὰ τὸν νόμον· Κ#⁷ vacat 16 Μνάσων Ξένωνος Δελφός. εἰ δέ τίς κα ἅπτη- |
| {․․․}ται {²⁶ἅπτηται}²⁶ Φαινίκας, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Κλέων καὶ ὁ βεβαιωτὴρ | |
| 〚․․․․10․․․․〛 Μνάσων. εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ | |
| παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
| [π]άσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος, ἰδιῶται Δαμοσθένης Ἀρ- | |
| 10 | χελάου, Καλλίερος, Χαιρεφάνης, Ἄθαμβος Ἁβρομάχου, Εὐκλείδας Καλλείδα. |