[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Πύῤῥου μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσ- |
| δε ἀπέδοτο Ἀστόξενος Διονυσίου τῶι Ἀπόλλωνι | |
| τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρσινόα, τι- | |
| μᾶς ἀργυρίου μνᾶν τεσσάρων, καθὼς ἐπίστευσε | |
| 5 | Ἀρσινόα τῶι θ[ε]ῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέ- |
| ρα εἶμε[ν κ]αὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάν- | |
| τα χρόνον, ποέουσα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον· Μαντίας Δαμοχάρεος. μάρτυρες· ὁ ἱερεὺς Τα- | |
| ραντῖνος καὶ τῶν ἀρχόντων Ἡράκων, Ἄσανδρος, | |
| 10 | ἰδιῶται Μένης Ξένωνος, Στράτων, Τιμόκριτος. |